Πλούτων δὲ Περσεφόνης ἐρασθεὶς Διὸς συνεργοῦντος ἥρπασεν αὐτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιῄει: μαθοῦσα δὲ παρ᾽ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, εἰκασθεῖσα δὲ γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα. καὶ πρῶτον μὲν ἐπὶ τὴν ἀπ᾽ ἐκείνης κληθεῖσαν Ἀγέλαστον ἐκάθισε πέτραν παρὰ τὸ Καλλίχορον φρέαρ καλούμενον, ἔπειτα πρὸς Κελεὸν ἐλθοῦσα τὸν βασιλεύοντα τότε Ἐλευσινίων, ἔνδον οὐσῶν γυναικῶν, καὶ λεγουσῶν τούτων παρ᾽ αὑτὰς καθέζεσθαι, γραῖά τις Ἰάμβη σκώψασα τὴν θεὸν ἐποίησε μειδιᾶσαι. διὰ τοῦτο ἐν τοῖς θεσμοφορίοις τὰς γυναῖκας σκώπτειν λέγουσιν.
ὄντος δὲ τῇ τοῦ Κελεοῦ γυναικὶ Μετανείρᾳ παιδίου, τοῦτο ἔτρεφεν ἡ Δημήτηρ παραλαβοῦσα: βουλομένη δὲ αὐτὸ ἀθάνατον ποιῆσαι, τὰς νύκτας εἰς πῦρ κατετίθει τὸ βρέφος καὶ περιῄρει τὰς θνητὰς σάρκας αὐτοῦ. καθ᾽ ἡμέραν δὲ παραδόξως αὐξανομένου τοῦ Δημοφῶντος (τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί) ἐπετήρησεν ἡ Πραξιθέα,καὶ καταλαβοῦσα εἰς πῦρ ἐγκεκρυμμένον ἀνεβόησε: διόπερ τὸ μὲν βρέφος ὑπὸ τοῦ πυρὸς ἀνηλώθη, ἡ θεὰ δὲ αὑτὴν ἐξέφηνε.
Pluto fell in love with Persephone and with the help of Zeus carried her off secretly. But Demeter went about seeking her all over the earth with torches by night and day, and learning from the people of Hermion that Pluto had carried her off, she was wroth with the gods and quitted heaven, and came in the likeness of a woman to Eleusis . And first she sat down on the rock which has been named Laughless after her, beside what is called the Well of the Fair Dances; thereupon she made her way to Celeus, who at that time reigned over the Eleusinians. Some women were in the house, and when they bade her sit down beside them, a certain old crone, Iambe, joked the goddess and made her smile. For that reason they say that the women break jests at the Thesmophoria.
But Metanira, wife of Celeus, had a child and Demeter received it to nurse, and wishing to make it immortal she set the babe of nights on the fire and stripped off its mortal flesh. But as Demophon — for that was the child's name— grew marvelously by day, Praxithea watched, and discovering him buried in the fire she cried out; wherefore the babe was consumed by the fire and the goddess revealed herself.