ἄνδρα
μοι
ἔννεπε, μοῦσα, πολύτροπον, ὃς
μάλα
πολλὰ
πλάγχθη, ἐπεὶ
Τροίης
ἱερὸν
πτολίεθρον
ἔπερσεν:
πολλῶν
δ᾽
ἀνθρώπων
ἴδεν
ἄστεα
καὶ
νόον
ἔγνω,
πολλὰ
δ᾽
ὅ
γ᾽
ἐν
πόντῳ
πάθεν
ἄλγεα
ὃν
κατὰ
θυμόν,
5
ἀρνύμενος
ἥν
τε
ψυχὴν
καὶ
νόστον
ἑταίρων.
ἀλλ᾽
οὐδ᾽
ὣς
ἑτάρους
ἐρρύσατο, ἱέμενός
περ:
αὐτῶν
γὰρ
σφετέρῃσιν
ἀτασθαλίῃσιν
ὄλοντο,
νήπιοι, οἳ
κατὰ
βοῦς
Ὑπερίονος
Ἠελίοιο
ἤσθιον: αὐτὰρ
ὁ
τοῖσιν
ἀφείλετο
νόστιμον
ἦμαρ.
10
τῶν
ἁμόθεν
γε,
θεά,
θύγατερ
Διός,
εἰπὲ
καὶ
ἡμῖν.
ἔνθ᾽
ἄλλοι
μὲν
πάντες,
ὅσοι
φύγον
αἰπὺν
ὄλεθρον,
οἴκοι
ἔσαν, πόλεμόν
τε
πεφευγότες
ἠδὲ
θάλασσαν:
τὸν
δ᾽
οἶον
νόστου
κεχρημένον
ἠδὲ
γυναικὸς
νύμφη
πότνι᾽
ἔρυκε
Καλυψὼ
δῖα
θεάων
15
ἐν
σπέσσι
γλαφυροῖσι,
λιλαιομένη
πόσιν
εἶναι.
ἀλλ᾽
ὅτε
δὴ
ἔτος
ἦλθε
περιπλομένων
ἐνιαυτῶν,
τῷ
οἱ
ἐπεκλώσαντο
θεοὶ
οἶκόνδε
νέεσθαι
εἰς
Ἰθάκην, οὐδ᾽
ἔνθα
πεφυγμένος
ἦεν
ἀέθλων
καὶ
μετὰ
οἷσι
φίλοισι. θεοὶ
δ᾽
ἐλέαιρον
ἅπαντες
20
νόσφι
Ποσειδάωνος:
ὁ
δ᾽
ἀσπερχὲς
μενέαινεν
ἀντιθέῳ
Ὀδυσῆι
πάρος
ἣν
γαῖαν
ἱκέσθαι.
ἀλλ᾽
ὁ
μὲν
Αἰθίοπας
μετεκίαθε
τηλόθ᾽
ἐόντας,
Αἰθίοπας
τοὶ
διχθὰ
δεδαίαται, ἔσχατοι
ἀνδρῶν,
οἱ
μὲν
δυσομένου
Ὑπερίονος
οἱ
δ᾽
ἀνιόντος,
25
ἀντιόων
ταύρων
τε
καὶ
ἀρνειῶν
ἑκατόμβης.
ἔνθ᾽
ὅ
γ᾽
ἐτέρπετο
δαιτὶ
παρήμενος: οἱ
δὲ
δὴ
ἄλλοι
Ζηνὸς
ἐνὶ
μεγάροισιν
Ὀλυμπίου
ἁθρόοι
ἦσαν.
τοῖσι
δὲ
μύθων
ἦρχε
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε:
μνήσατο
γὰρ
κατὰ
θυμὸν
ἀμύμονος
Αἰγίσθοιο,
30
τόν
ῥ᾽
Ἀγαμεμνονίδης
τηλεκλυτὸς
ἔκταν᾽
Ὀρέστης:
τοῦ
ὅ
γ᾽
ἐπιμνησθεὶς
ἔπε᾽
ἀθανάτοισι
μετηύδα:
“
ὢ
πόποι,
οἷον
δή
νυ
θεοὺς
βροτοὶ
αἰτιόωνται:
ἐξ
ἡμέων
γάρ
φασι
κάκ᾽
ἔμμεναι, οἱ
δὲ
καὶ
αὐτοὶ
σφῇσιν
ἀτασθαλίῃσιν
ὑπὲρ
μόρον
ἄλγε᾽
ἔχουσιν,
35
ὡς
καὶ
νῦν
Αἴγισθος
ὑπὲρ
μόρον
Ἀτρεΐδαο
γῆμ᾽
ἄλοχον
μνηστήν, τὸν
δ᾽
ἔκτανε
νοστήσαντα,
εἰδὼς
αἰπὺν
ὄλεθρον, ἐπεὶ
πρό
οἱ
εἴπομεν
ἡμεῖς,
Ἑρμείαν
πέμψαντες, ἐύσκοπον
ἀργεϊφόντην,
μήτ᾽
αὐτὸν
κτείνειν
μήτε
μνάασθαι
ἄκοιτιν:
40
ἐκ
γὰρ
Ὀρέσταο
τίσις
ἔσσεται
Ἀτρεΐδαο,
ὁππότ᾽
ἂν
ἡβήσῃ
τε
καὶ
ἧς
ἱμείρεται
αἴης.
ὣς
ἔφαθ᾽
Ἑρμείας, ἀλλ᾽
οὐ
φρένας
Αἰγίσθοιο
πεῖθ᾽
ἀγαθὰ
φρονέων: νῦν
δ᾽
ἁθρόα
πάντ᾽
ἀπέτισεν.”
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by
Trustees of Tufts UniversityMedford, MAPerseus Project