Βοηλάτης
ἅμαξαν
ἦγεν
ἐκ
κώμης.
τῆς
δ᾽
ἐμπεσούσης
εἰς
φάραγγα
κοιλώδη,
δέον
βοηθεῖν, αὐτὸς
ἀργὸς
εἱστήκει,
τῷ
δ᾽
Ἡρακλεῖ
προσηύχεθ᾽, ὃν
μόνον
πάντων
θεῶν
ἀληθῶς
προσεκύνει
τε
κἀτίμα.
ὁ
θεὸς
δ᾽
ἐπιστὰς
εἶπε “τῶν
τροχῶν
ἅπτου
καὶ
τοὺς
βόας
κέντριζε. τοῖς
θεοῖς
δ᾽
εὔχου
ὅταν
τι
ποιῇς
καὐτος, ἢ
μάτην
εὔξῃ.”